Σάββατο 8 Ιουνίου 2019

Ονείρου Νεκρώσιμο (Requiem for a dream)




Ποία ὀνείρου ἐλπὶς 
διαμένει λύπης ἀμέτοχος;
Οὐκ ἔστιν ὄναρ ἐπιζῶν 
ἀφ' ὕπνου ἡττημένου.
Πάντα φωτὸς ἀσθενέστερα, 
πάντα ζωῆς σκοτεινώτερα· 
μία ἀκμή, καὶ τὰς ἐλπίδας 
εκπτώσεις διαδέχονται. 
Ἀλλ' ἐν τῇ ἀκοῇ
λυγρᾶς μουσικῇς
χἁρμονίας γλυκασμῷ, 
την ἀπόνειρον ψυχὴν
παρηγόρει με.



Ὡς ἄνθος μαραίνεται, 
ὡς θέρος παρέρχεται, 
καὶ ἀποθνήσκει πᾶν ὄνειρον. 
Ζωῆς ἠχούσης, νεκρά, 
ἐν τῇ πραγμάτων ῥοῇ, 
ὄνειρα οὐκ ἐπιζήσονται
πρὸς ἀληθείας ἀπάντησιν. 
Ὅσα ἡ πτώσις προσέκρουσε, 
ἐν μνήμῃ βαθείᾳ κατάτασσε, 
ἔνθα νόες παρόντες ἥμαρτον,
μέλλοντες λύσιν εὑρήσονται,
καὶ νεκρῶν ὀνείρων ἀνάστασιν ἔχοντες, 
ἀπονείρων ἡμῶν αναμνήσονται.


https://en.wikipedia.org/wiki/Requiem_for_a_Dream#Soundtrack



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου