Με αφορμή τον Θεϊκό Διάλογο του Λουκιανού βρήκα το παρακάτω από το μακρινό 1886 μέσω της ηλεκτρονικής βιβλιοθήκης Ανέμη, κάτω αριστερά, (αγγλικά εδώ ή εκεί) (λατινικά εδώ) περισσότερα στο http://en.wikipedia.org/wiki/Metamorphoses. (Βιβλίο ΙΙ) Το κείμενο το πείραξα λίγο.
Πρὸς Ἔπαφον ὅμοιος κατά τε τὸ πνεῦμα καὶ τὴν ἡλικίαν ἦν ὁ ἐκ τοῦ Ἡλίου Φαέθων γεννηθείς· τοῦτόν ποτε μεγαλαυχοῦντα, καὶ μὴ ὑποχωροῦντα, ὑπερήφανον διὰ τὴν ἐκ Φοίβου γένεσιν, οὐκ ἠνέχθη ὁ Ἰναχίδης «Πιστεύεις, ὦ ἄφρον, λέγει, καθ’ ὅλα τῇ μητρί σου, πεφυσημένος ὤν διὰ τῆς ἀπάτης τοῦ ψευδοῦς σου πατρός» Ἠρυθρίασεν ὁ Φαέθων, καὶ τὴν οργὴν ἕνεκα τῆς αἰδοῦς κατέσχε, ἀναφέρων πρὸν τὴν μητέρα του Κλυμένην τὰς μομφὰς τοῦ Ἐπάφου «δι’ ὅπερ μᾶλλον λυπηθήσῃ, ὦ μῆτερ, λέγει, ἐκεῖνος ὁ ἐλευθέριος, ἐκεῖνος ὁ θαρσαλέος ἐσιώπουν· αἰσχύνη ἡμῖν λέγεσθαι τοιαῦτα ὀνείδη, καὶ μὴ ἐξελέγχειν ταῦτα· ἀλλά, σὺ, ἄν ὄντως κατάγωμαι ἐξ οὐρανίας γενεᾶς, δὸς σημεῖον τοῦ τοιούτου γένους, καὶ βεβαίωσόν με». Εἶπε περιπλέκων τοὺς βραχίονας περὶ τὸν μητρικὸν λαιμὸν καὶ παρακαλῶν δοῦναι αὐτῷ τεκμήρια τοῦ αληθοῦς πατρός. Κλυμένη ἀμφοτέρους τοὺς βραχίονας πρὸς τὸν οὐρανὸν ἔτεινε, καὶ παρατηροῦσα πρὸς τὸ φῶς τοῦ ἡλίου, «σοί ὀρκίζομαι, εἶπεν, ὦ υἱέ, εἰς τὸν ἥλιον τοῦτον, τὸν διὰ τὰς ἀστραπτούσας ἀκτῖνας ἐπιφανῆ, ὅς καὶ ακούει καὶ βλέπει ἡμᾶς, ἐκ τοῦ ἡλίου τούτου, ὅν ὁρᾷς, τοῦ ρυθμίζοντος τὸν κόσμον, σὺ ἐγεννήθης. Ἐὰν ψευδῆ σοι λέγω, τὸ φῶς τοῦτο ἔστω δι' ἐμὲ τὸ τελευταίον· οὐ πολὺς κόπος ἰδεῖν τὰ πατρῷα δώματα. Ὁ δόμος ἐξ οὖ ἀνατέλλει, ἐστὶν ὅμορος τῆς ἡμετέρας γῆς. Ἐὰν ἐπιθυμῇς, πορεύου καὶ βεβαιώθητι παρ' αὐτοῦ τοῦ ἰδίου». Πάραυτα μετὰ τοὺς τοιούτους λόγους τῆς μητρὸς περιχαρὴς ἐκπηδᾷ ὁ Φαέθων καὶ πρόθυμος πρὸς τὰς ἀνατολάς τοῦ πατρὸς προσέρχεται.
(Sunrise) |
Τὰ δὲ βασίλεια τοῦ Ἡλίου ἦσαν μετέωρα ἐφ' ὑψηλῶν κιόνων, λαμπρὰ ὑπὸ χρυσοῦ λάμποντος καὶ μιμουμένου φλόγας πυρωποῦ· τῶν ὁποίων τὴν μὲν ἄκραν κορυφὴν καθαρὸς ἐλέφας κατεκόσμει, ὑπὸ στιλπνότητος ἀργύρου δικλίδες θῦραι ἠκτινοβόλουν· ἡ δὲ τέχνη ὑπερέβαλλε τὴν ὕλην [...] ἐλθὼν ὁ Κλυμένιος γόνος εἰς τοὺς οἴκους τοῦ ἀμφιβαλλομένου πατρός πάραυτα πρὸς τὰ πατρῷα πρόσωπα τὰ ἴχνη του φέρει καὶ μακρόθεν ἕνεκα τοῦ φωτὸς ἔστη, ὁ δὲ Φοῖβος ἐσθῆτι πορφυρᾷ κεκαλυμμένος ἐκάθητο ἐπὶ θρόνου ἀπαστράπτοντος λαμπροῖς σμαράγδοις. Ἐκ δεξιῶν δὲ καὶ ἀριστερῶν τούτου ἡ Ἡμέρα καὶ ὁ Μὴν καὶ ὁ Ἐνιαυτὸς καὶ οἱ Αἰῶνες ἔκειντο καὶ αἱ εἰς ἴσα διαστήματα κείμεναι Ὧραι, καὶ τὸ νέον Ἔαρ ἵστατο, ἀναδεδημένον στέφανον ἀνθηρὸν καὶ τὸ γυμνὸν Θέρος φέρον σταχυΐνους στεφάνους, ἐκεῖ καὶ τὸ Μετόπωρον ῥυπαρὸν ἐκ βότρυος πατηθέντος καὶ ὁ παγετώδης Χειμὼν πολιὰν τρίχα φρίσσων. Ἐντεῦθεν δὲ εἰς τὸ μέσον τοῦ τόπου, ἕνεκα τῆς καινότητος τῶν πραγμάτων τὸν νεανίσκον ἐκθαμβούμενον ὀφθαλμοῖς ὁ πανόπτης Ἥλιος εἶδε « καὶ τί τὸ αἴτιον τῆς ὁδοῦ; τί κατὰ ταύτην τὴν ἄκραν ἐζήτησας, ὦ Φαέθον, τέκνον οὐδαμῶς ἀπαρνηθησόμενον τῷ τεκόντι;; Ἐκεῖνος δὲ εἶπεν «ὦ κοινὸν φῶς τοῦ ἀπείρου κόσμου, Φοῖβε πάτερ, ἐὰν μοὶ δίδῃς χρῆσιν τούτου τοῦ ὀνόματος, οὐδὲ ὑπὸ εἰκόνα ψευδῆ τὸ πλημμέλημα ἡ Κλυμένη καλύπτει· δὸς ἐνέχυρα, γεννῆτορ δι’ ὧν σὸς ἀληθὴς γόνος πιστευθήσομαι, καὶ ταύτην τὴν πλάνην τῆς ἐμῆς ψυχῆς ἀπόσπασον. Ἀλλ' ὁ γεννήτωρ τὰς περὶ τὴν κεφαλὴν ἀποπαλλομένας ἀκτῖνας ἀπέθετο, καὶ ἐγγύτερον ἐκέλευσε προσελθεῖν περιπλοκὰς δοῦναι. «Μηδαμῶς ἀρνηθῇς με, εἶπεν, ὦ τέκνον, καὶ ἡ Κλυμένη τἀληθές σοι ἀπέφηνε· καὶ ἵνα ὀλιγώτερον ἀμφιβάλλῃς, ὅ βούλῃ ζήτει δῶρον καὶ λήψῃ· μάρτυς τῶν ὑποσχέσεων ἔστω ἡ ὑπὸ τῶν θεῶν ὀμνυομένη πηγὴ τῆς Στυγός. Φαέθων δὲ ζητεῖ τοὺς πατρικοὺς δίφρους, εἰς μίαν ἡμέραν, καὶ τὴν ἐξουσίαν καὶ ἡνιοχείαν τῶν πτερυγοπόδων ἵππων.
Μετενόησε διότι ὤμοσεν ὁ πατὴρ καὶ τρὶς καὶ τετράκις συσσείσας τὴν λαμπρὰν κεφαλὴν...εἴθε μὴ δοῦναι τὰ ὑπεσχημένα! ὁμολογῶ, ὅτι τοῦτο μόνον σοι, παῖ, oὐ δύναμαι. Οὐκ ἔστιν ἀσφαλὴς ἡ σὴ βούλησις. Μεγάλα ζητεῖς, ὦ Φαέθον, καὶ δῶρα μὴ πρέποντα τῇ σῇ δυνάμει καὶ ἡλικίᾳ. Ἡ σὴ μὲν τύχη θνητὴ, ἀθάνατον δ' ἔργον ποθεῖ. Ἀγνοῶν ἐπιθυμεῖς. Οὐδεὶς δύναται στῆναι ἐπὶ πυρφόρου ἅρματος, πλὴν ἐμοῦ. Οὐδὲ καὶ Ζεὺς Ὀλυμπίων πατήρ.
...............................................................................
Μετὰ ταῦτα οἱ πτερωτοὶ ἵπποι, Πυρόεις, Ἐῷος, Αἴθων καὶ Φλέγων ἐπλήρουν τὰς αὔρας χρεμετισμῶν φλογοφόρων καὶ διὰ τῶν ποδῶν ἔκρουον τὴν βαλβίδα. Ἀλλὰ κοῦφον τὸ βάρος ἦν· τοῦτο ὡς τάχιστα, ᾔσθοντο οἱ τετράζυγοι, ὁρμῶσι καὶ τὴν τετριμμένην ἀτάκτως καταλείπουσιν ὁδόν. Αὐτὸς δὲ φοβεῖται μὴ εἰδὼς ό,τι δεῖ πράττειν. Τότε πρῶτον διὰ τῶν ἀκτίνων αἱ ψυχραὶ Ἄρκτοι κατεθερμάνθησαν καὶ μάτην εἰς τὰ ἀπόρρητα ὕδατα προσεπάθουν βαπτίζεσθαι, ὁ δὲ Δράκων ἐγγύτατα εἰς τὸν ψυχρὸν πόλον ἔκειτο, νωθρὸς πρότερον, καὶ ουδενὶ φοβερός, ἐξεκαύθη καὶ ἔλαβε νέαν διὰ τῆς πυρώσεως ὀργῆς καὶ σὺ ἔτι Βοῶτα, βραδὺς ὤν, θορυβηθεὶς ἔφυγες. Ἀφοῦ δὲ ἀπὸ τοῦ ὑψίστου αἰθέρος κατεῖδε τὴν γῆν ὁ δυστυχὴς Φαέθων, ἔνδον και ἔνδον συνιζάνουσαν, ὠχρίασε καὶ παραχρῆμα τὰ γόνατά του ὑπὸ φόβου ἔτρεμον καὶ ηὔχετο μηδέποτε ἠγγικέναι πατρῴους ἵππους, πολλῷ δὲ μᾶλλον νῦν, υἱὸς τοῦ Μέρωπος λέγεσθαι....
καὶ προσέτι τὰ διεσπαρμένα τέρατα χύδην ἐν τῷ ποικίλῳ οὐρανῷ, καὶ τὰ τῶν πελωρίων θηρίων εἴδωλα ἔντρομος βλέπει· ἔστι τόπος, ἔνθα εἰς δύο τόξα τοὺς βραχίονας κάμπτει Σκορπίος καὶ τὴν οὐρὰν καὶ τὰς χεῖρας ἐκατέρωθεν κλίνων ἐκτείνει τὰ μέλη. Τοῦτον ὁ παῖς ἰδὼν κατάῤῥυτον ἰδρῶτι μέλανι πληγὰς ἰοῦ ἀπειλοῦντα τῆς οὐρᾶς καμπτομένης, ἔκφρων ὑπὸ κρυεροῦ φόβου τοὺς ῥυτῆρας ἀφῆκεν καὶ πεσόντων ἥψαντο τῶν ἄκρων τῶν νώτων· ἐξετράπησαν δὲ οἱ ἵπποι καὶ οὐδενὸς κωλύοντος δι᾿ ἀέρος εἰς χώρας ἀγνώστους πορεύονται, καθ' ὁρμὴν καὶ ἀκρίτως· καὶ νῦν μὲν ἐζήτουν τὰ μετέωρα, νῦν δὲ κατὰ πρανοῦς καὶ ἐπικρήμνων ὁδῶν έγγύτερον τῆς γῆς ἐφέροντο· καὶ τοὺς κατωτέρω αὐτῆς τρέχοντας ἵππους τοῦ ἀδελφοῦ θαυμάζει Σελήνη καὶ καυθεῖσαι νεφέλαι εἰς ἀτμὸν διελύθησαν. Συναρπάζεται ὑπὸ τῶν φλογῶν πᾶσα ἡ γῆ, καὶ σχισθεῖσα παράγει ῥήγματα, καὶ τοῦ ὑγροῦ δαπανηθέντος ξηραίνεται. Οἱ νομοὶ λευκαίνονται, καὶ μετὰ τῶν κλάδων καίονται τὰ δένδρα, καὶ ξύλα διὰ τῆς ἑαυτῶν ζημίας οἱ ξηροὶ καρποὶ παρέχουσι.
Μικρὰ θρηνῶ. Μεγάλαι πόλεις μετὰ τῶν τειχῶν ἀπόλλυνται καὶ ὁλόκληρα ἔθνη ὁ εμπρησμὸς εἰς κόνιν μεταβάλλει. Δάση μετὰ τῶν ὀρέων καίονται: Ἄθως, Ταῦρος, Κίλιξ, Τμῶλος, Οἴτη,Ἴδη, Ἑλικὼν, Αἷμος· φλέγεται σφόδρα τοῦ πυρὸς διπλασιασθέντος ἡ Αἴτνη, καὶ ὁ δικόρυφος Παρνασσὸς, καὶ Ἔρυξ καὶ Κύνθος καὶ Ὄθρυς καὶ ἡ χιόνων στερουμένη Ῥοδόπη, καὶ Μίμας καὶ Δίνδυμος, Μυκάλη καὶ Κιθαιρὼν. Οὐδὲν ὠφελεῖ τὴν Σκυθίαν τὸ ἑαυτῆς ψῦχος. Ὁ Καύκασος καίεται, ἡ Ὄσσα μετὰ τῆς Πίνδου, καὶ ὁ αμφοτέρων μείζων Ὄλυμπος καὶ αἱ ἀέριοι Ἄλπεις καὶ ὁ νεφελώδης Ἀπέννινος. Φαέθων δὲ βλέπων ἐκ παντὸς μέρους τὸν κόσμον ἀναφθέντα, οὐχ ὑπομένει τὸν καύσωνα καὶ ζέοντα ἀέρα ὡς ἀπὸ βαθέος ἰπνοῦ διὰ τοῦ στόματος ἕλκει, καὶ τῶν ἰδίων δίφρων αἰσθάνεται φλεγομένων. Τότε τοῦ αἵματος εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀνακληθέντος πιστεύουσιν ὅτι ὁ λαὸς τῶν Αἰθιόπων μέλαν ἔλαβε χρῶμα. Τότε ἡ Λιβύη ἐγένετο αὐχμηρὰ ἁρπασθέντων τῶν ὑδάτων διὰ τοῦ πυρὸς. Τότε αἱ Νύμφαι σπαράττουσαι τὰς κόμας, καὶ πηγὰς καὶ λίμνας ἐθρήνησαν. Ζητεῖ μὲν ἡ Βοιωτία τὴν Δίρκην, τὸ δ’ Ἄργος τὴν Ἀμυμώνην, καὶ ἡ Ἐφύρα τὰ Πειρήνια ρεῖθρα. Οὐδὲ οἱ κατὰ τόπον διαφόρους ὄχθας κληρωσάμενοι ποταμοὶ ἀσφαλεῖς μένουσιν· ὁ Τάναϊς εἰς καπνὸν διελύθη, καὶ ὁ Πηνειὸς ὁ γέρων καὶ Τευθράντειος Κάϊκος καὶ ὁ ταχὺς Ἰσμηνὸς μετὰ τοῦ Φωκαϊκοῦ Ἐρυμάνθου, καὶ ὁ πάλιν καεὶς Ξάνθος καὶ ὁ ξανθὸς Λυκόρμας, καὶ ὁ ἐν καμπύλοις ὕδασι παίζων Μαίανδρος, καὶ ὁ Μυγδόνιος Μέλας, καὶ Εὐρώτας, Εὐφράτης, Ὀρόντης, Θερμώδων, Γάγγης, Φάσις,Ἴστρος, Ἀλφειὸς, Σπερχειὸς καὶ ὁ χρυσοφόρος Τάγος ποταμὸς πῦρ ἤδη ῥέει· καὶ αἱ ποτάμιοι ὄρνιθες, αἱ περιᾴδουσαι τὰς Μαιονίας ὄχθας, ἐν τῷ μέσῳ τοῦ Καΐστρου κατεφλέγησαν.
Νεῖλος δὲ καταφοβηθεὶς εἰς τὰ ἔσχατα τοῦ κόσμου φεύγει, κρύψας τὴν κεφαλὴν καὶ εἰσέτι κρύπτεται· τὰ ἑπτὰ στόματα κοναλέα, τὰ ἑπτὰ κοιλώματα ἄνευ ὕδατος σχολάζουσιν. Ἡ αὐτὴ τύχη τοὺς Ἰσμαρικοὺς Ἕβρον μετὰ τοῦ Στρυμόνος ξηραίνει, καὶ τοὺς Ἑσπερίους ποταμοὺς, Ῥῆνον καὶ Ῥοδανὸν καὶ Πάδον καὶ Θύβριν. Πᾶν ἔδαφος διαῤῥήγνυται καὶ εἰσδύει πρὸς Τάρταρον διὰ χασμάτων τὸ φῶς, καὶ τὸν ἡγεμόνα τῶν καταχθονίων μετὰ τῆς συζύγου καταπλήττει· καὶ ἡ θάλασσα συστέλλεται, πεδίον ξηρᾶς ἄμμου γενόμενος πόντος καὶ τὰ ὄρη εξέστησαν τὰς διασπαρείσας Κυκλάδας αὐξάνοντα. Τὸ βάθος ζητοῦσιν ἰχθύες, καὶ καμπύλοι δελφῖνες ὑπὲρ τὴν θάλασσαν ὑψωθῆναι εἰς τὰς συνήθεις αὔρας οὐ τολμῶσι· τὰ δὲ σώματα τῶν φωκῶν ἐκπνεύσαντα κατὰ τὴν ἐπιφάνειαν τῆς θαλάσσης ὑπτίως ἐπιπολάζουσι· καὶ αὐτὸς ἔτι ὁ Νηρεὺς καὶ ἡ Δωρὶς καὶ αἱ θυγατέρες ὑπὸ τὰ ἄντρα ἐκρύβησαν. Τρὶς ὁ Ποσειδὼν ἐκ τῶν ὑδάτων μετὰ λοξοῦ προσώπου τοὺς βραχίονας ἐτόλμησεν αἴρειν, τρὶς οὐχ ὑπέμεινε τὸ τοῦ ἀέρος πῦρ. Ἡ ποτνία ὅμως Γαῖα δι’ ἱερᾶς φωνῆς οὕτως ἔφη [...] «διατί οἱ σοὶ κεραυνοὶ ἀργοῦσιν, ὑπέρτατε τῶν θεῶν;..Ἱδοὺ ὁ Ἄτλας πονεῖ καὶ μόλις ἀνέχει...ἐὰν τὰ πάντα απόλωνται, εἰς τὸ ἀρχαῖον χάος συγχυθησόμεθα». [...] ὁ δὲ Ζεὺς διὰ δεινοῦ πυρὸς ἀνεχαίτισε τὸ πῦρ καὶ τὸν Φαέθοντα ὁ μέγιστος Ἠριδανὸς δέχεται, τὸ καπνῶδες ἀπολούων πρόσωπον. Αἱ δὲ Ἑσπέριαι Νηΐδες τὸ ὑπὸ τῆς τριγλώχινος φλογὸς κεκαπνισμένον σῶμα δίδουσιν εἰς τάφον καὶ σημειοῦσιν ἐμμέτρως ἐπὶ τοῦ λίθου. Ἐνθάδε κεῖται Φαέθων, ἅρματος ἡνίοχος πατρικοῦ, ὅ μὴ κρατήσας καὶ μεγάλα τολμήσας ἐξέπεσεν. Ἕνεκα πένθους πατρός, μία ἡμέρα διῆλθεν ἀνήλιος ἀλλ' ὁ ἐμπρησμός φῶς τι τοῖς ἀνθρώποις παρεῖχεν. [...] Αἱ δὲ ἀδελφαί αὐτοῦ Ἡλιάδες διὰ τὸ πένθος καὶ τὸν ὀλολυγμὸν εἰς δένδρα μετεβλήθησαν....
[...] ἀρκετὰ, εἶπεν· ὁστισδήποτε ἄλλος ἀγέτω τὸν φέροντα τὸ φῶς δίφρον, ἐὰν δ' οὐδεὶς καὶ πάντες ἀδυναμίαν ὁμολογοῦσι, Ζεὺς ἀγέτω· ὥστε πειρώμενος τῶν ἡνιῶν τοὺς ἀπορφανίσαντας τὸν πατέρα κεραυνοὺς καταθήσει, εἰδὼς ὅτι οὐκ ἐχρῆν θανεῖν οὑτωσὶ τὸν ὑιὸν τὸν ἐμόν. Λέγοντος τοιαῦτα, πάντες περιίσταντο οἱ θεοὶ δεόμενοι μὴ σκότος ἐπάγῃ τῷ κόσμῳ. Ὁ δὲ Ζεὺς ὑπὲρ τοῦ βληθέντος κεραυνοῦ ἀπολογεῖται, καὶ ταῖς ἱκεσίας ἀπειλὰς βασιλικὰς συγκεράννυσι· συνάγων ὁ Ἥλιος τοὺς ἔκφρονας καὶ πεφοβημένους ἵππους διὰ κέντρων καὶ μάστιγος ἐξεμάνη ἐπὶ τῇ ἀπωλείᾳ τοῦ υἱοῦ, τοὺς ἵππους μεμφόμενος.
(Phaethon alarmed - James Gillray) |
Μικρὰ θρηνῶ. Μεγάλαι πόλεις μετὰ τῶν τειχῶν ἀπόλλυνται καὶ ὁλόκληρα ἔθνη ὁ εμπρησμὸς εἰς κόνιν μεταβάλλει. Δάση μετὰ τῶν ὀρέων καίονται: Ἄθως, Ταῦρος, Κίλιξ, Τμῶλος, Οἴτη,Ἴδη, Ἑλικὼν, Αἷμος· φλέγεται σφόδρα τοῦ πυρὸς διπλασιασθέντος ἡ Αἴτνη, καὶ ὁ δικόρυφος Παρνασσὸς, καὶ Ἔρυξ καὶ Κύνθος καὶ Ὄθρυς καὶ ἡ χιόνων στερουμένη Ῥοδόπη, καὶ Μίμας καὶ Δίνδυμος, Μυκάλη καὶ Κιθαιρὼν. Οὐδὲν ὠφελεῖ τὴν Σκυθίαν τὸ ἑαυτῆς ψῦχος. Ὁ Καύκασος καίεται, ἡ Ὄσσα μετὰ τῆς Πίνδου, καὶ ὁ αμφοτέρων μείζων Ὄλυμπος καὶ αἱ ἀέριοι Ἄλπεις καὶ ὁ νεφελώδης Ἀπέννινος. Φαέθων δὲ βλέπων ἐκ παντὸς μέρους τὸν κόσμον ἀναφθέντα, οὐχ ὑπομένει τὸν καύσωνα καὶ ζέοντα ἀέρα ὡς ἀπὸ βαθέος ἰπνοῦ διὰ τοῦ στόματος ἕλκει, καὶ τῶν ἰδίων δίφρων αἰσθάνεται φλεγομένων. Τότε τοῦ αἵματος εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀνακληθέντος πιστεύουσιν ὅτι ὁ λαὸς τῶν Αἰθιόπων μέλαν ἔλαβε χρῶμα. Τότε ἡ Λιβύη ἐγένετο αὐχμηρὰ ἁρπασθέντων τῶν ὑδάτων διὰ τοῦ πυρὸς. Τότε αἱ Νύμφαι σπαράττουσαι τὰς κόμας, καὶ πηγὰς καὶ λίμνας ἐθρήνησαν. Ζητεῖ μὲν ἡ Βοιωτία τὴν Δίρκην, τὸ δ’ Ἄργος τὴν Ἀμυμώνην, καὶ ἡ Ἐφύρα τὰ Πειρήνια ρεῖθρα. Οὐδὲ οἱ κατὰ τόπον διαφόρους ὄχθας κληρωσάμενοι ποταμοὶ ἀσφαλεῖς μένουσιν· ὁ Τάναϊς εἰς καπνὸν διελύθη, καὶ ὁ Πηνειὸς ὁ γέρων καὶ Τευθράντειος Κάϊκος καὶ ὁ ταχὺς Ἰσμηνὸς μετὰ τοῦ Φωκαϊκοῦ Ἐρυμάνθου, καὶ ὁ πάλιν καεὶς Ξάνθος καὶ ὁ ξανθὸς Λυκόρμας, καὶ ὁ ἐν καμπύλοις ὕδασι παίζων Μαίανδρος, καὶ ὁ Μυγδόνιος Μέλας, καὶ Εὐρώτας, Εὐφράτης, Ὀρόντης, Θερμώδων, Γάγγης, Φάσις,Ἴστρος, Ἀλφειὸς, Σπερχειὸς καὶ ὁ χρυσοφόρος Τάγος ποταμὸς πῦρ ἤδη ῥέει· καὶ αἱ ποτάμιοι ὄρνιθες, αἱ περιᾴδουσαι τὰς Μαιονίας ὄχθας, ἐν τῷ μέσῳ τοῦ Καΐστρου κατεφλέγησαν.
Νεῖλος δὲ καταφοβηθεὶς εἰς τὰ ἔσχατα τοῦ κόσμου φεύγει, κρύψας τὴν κεφαλὴν καὶ εἰσέτι κρύπτεται· τὰ ἑπτὰ στόματα κοναλέα, τὰ ἑπτὰ κοιλώματα ἄνευ ὕδατος σχολάζουσιν. Ἡ αὐτὴ τύχη τοὺς Ἰσμαρικοὺς Ἕβρον μετὰ τοῦ Στρυμόνος ξηραίνει, καὶ τοὺς Ἑσπερίους ποταμοὺς, Ῥῆνον καὶ Ῥοδανὸν καὶ Πάδον καὶ Θύβριν. Πᾶν ἔδαφος διαῤῥήγνυται καὶ εἰσδύει πρὸς Τάρταρον διὰ χασμάτων τὸ φῶς, καὶ τὸν ἡγεμόνα τῶν καταχθονίων μετὰ τῆς συζύγου καταπλήττει· καὶ ἡ θάλασσα συστέλλεται, πεδίον ξηρᾶς ἄμμου γενόμενος πόντος καὶ τὰ ὄρη εξέστησαν τὰς διασπαρείσας Κυκλάδας αὐξάνοντα. Τὸ βάθος ζητοῦσιν ἰχθύες, καὶ καμπύλοι δελφῖνες ὑπὲρ τὴν θάλασσαν ὑψωθῆναι εἰς τὰς συνήθεις αὔρας οὐ τολμῶσι· τὰ δὲ σώματα τῶν φωκῶν ἐκπνεύσαντα κατὰ τὴν ἐπιφάνειαν τῆς θαλάσσης ὑπτίως ἐπιπολάζουσι· καὶ αὐτὸς ἔτι ὁ Νηρεὺς καὶ ἡ Δωρὶς καὶ αἱ θυγατέρες ὑπὸ τὰ ἄντρα ἐκρύβησαν. Τρὶς ὁ Ποσειδὼν ἐκ τῶν ὑδάτων μετὰ λοξοῦ προσώπου τοὺς βραχίονας ἐτόλμησεν αἴρειν, τρὶς οὐχ ὑπέμεινε τὸ τοῦ ἀέρος πῦρ. Ἡ ποτνία ὅμως Γαῖα δι’ ἱερᾶς φωνῆς οὕτως ἔφη [...] «διατί οἱ σοὶ κεραυνοὶ ἀργοῦσιν, ὑπέρτατε τῶν θεῶν;..Ἱδοὺ ὁ Ἄτλας πονεῖ καὶ μόλις ἀνέχει...ἐὰν τὰ πάντα απόλωνται, εἰς τὸ ἀρχαῖον χάος συγχυθησόμεθα». [...] ὁ δὲ Ζεὺς διὰ δεινοῦ πυρὸς ἀνεχαίτισε τὸ πῦρ καὶ τὸν Φαέθοντα ὁ μέγιστος Ἠριδανὸς δέχεται, τὸ καπνῶδες ἀπολούων πρόσωπον. Αἱ δὲ Ἑσπέριαι Νηΐδες τὸ ὑπὸ τῆς τριγλώχινος φλογὸς κεκαπνισμένον σῶμα δίδουσιν εἰς τάφον καὶ σημειοῦσιν ἐμμέτρως ἐπὶ τοῦ λίθου. Ἐνθάδε κεῖται Φαέθων, ἅρματος ἡνίοχος πατρικοῦ, ὅ μὴ κρατήσας καὶ μεγάλα τολμήσας ἐξέπεσεν. Ἕνεκα πένθους πατρός, μία ἡμέρα διῆλθεν ἀνήλιος ἀλλ' ὁ ἐμπρησμός φῶς τι τοῖς ἀνθρώποις παρεῖχεν. [...] Αἱ δὲ ἀδελφαί αὐτοῦ Ἡλιάδες διὰ τὸ πένθος καὶ τὸν ὀλολυγμὸν εἰς δένδρα μετεβλήθησαν....
((Goddess a day com)) |
Ο μύθος έχει εμπνεύσει και τον Lully, αγαπημένο συνθέτη τού Βασιλιά Ήλιου ;-)
ΑπάντησηΔιαγραφήJUPITER
ΑπάντησηΔιαγραφήAu bien de l’Univers ta perte est nécessaire. (Για το καλό του Σύμπαντος
ο χαμός σου είναι αναγκαίος)
Sers d’exemple aux Audacieux;
(χρησίμεψε ως παράδειγμα για τους
τολμηρούς)
Tombe avec ton orgueil, trébuche, téméraire,(Πέσε μαζί με την υπερηφάνεια σου, παραπάτα παράτολμε)
Laisse en paix la Terre et les Cieux.
(άφησε σε ησυχία τη γη και τους ουρανούς)
(Jupiter foudroie Phaéton et le fait trébucher)
(Ο Δίας κεραυνοβολεί τον Φαέθωνα και τον κάνει να χάσει την ισορροπία του)
CLIMÈNE et THÉONE
O sort fatal! (ω μοίρα μοιραία)
MÉROPS, LIBIE, et LE CHŒUR
O chute affreuse! (ω πτώση φοβερή)
O témérité malheureuse! (ω τόλμη δύστυχη)
.....................
Τα τελευταία λόγια του λιμπρέτου
.......................
Πικρό μήνυμα λέν για όσους τυχόν αμφισβητούσαν του Λούλη μας
τον βασιλιά τον Ήλιο...
Το λιμπρέτο ολόκληρο;!!!
ΑπάντησηΔιαγραφήΑπό χθες πάντως γυρίζει στο μυαλό μου ο στίχος τού Παλαμά:
"Φωτιά! νά κάψω τήν Παράδεισο!"
"Νερό! τήν Κόλαση νά σβήσω!"-
είναι και η εποχή που ζούμε όπως είναι...
να την αποκηρύξουμε την εποχή
ΑπάντησηΔιαγραφήως ο Καβάφης απεκήρυξε
Τὰ Δάκρυα τῶν Ἀδελφῶν τοῦ Φαέθοντος
Ὡς φῶς ἐν ὕλῃ, ὡς διαφανὴς
χρυσὸς ὁ ἤλεκτρος εἶναι ὁ τιμαλφής.
Ὅτε ἀπαίσιος δύναμις ἐμμανής,
φθονοῦσα τὸν Φαέθοντα, ἐκ κορυφῆς
τὸν κατεκρήμνισε τῶν ουρανῶν,
αἱ ἀδελφαί του ἦλθον μελανείμονες
εἰς τὸ ὑγρόν του μνῆμα, τὸν Ἠριδανόν,
κ’ ἡμέραν, νύκτα ἔκλαιον αἱ τλήμονες.
Κ’ ἐθρήνουν μετ’ αὐτῶν ὅλ’ οἱ θνητοὶ
τὴν ματαιότητα ὀνείρων ὑψηλῶν.
Ὦ τύχη ἄσπλαγχνος, ὦ μοῖρα μισητή,
ἔπεσεν ὁ Φαέθων ἐκ τῶν νεφελῶν!
Ἐντός τῶν ταπεινῶν μας ἑστιῶν
ἄς ζήσωμεν ὀλιγαρκεῖς καὶ ποταποί·
ἐκβάλωμεν τοὺς πόθους ἐκ τῶν καρδιῶν,
ἄς παύσῃ πάσα πρὸς τὸν οὐρανόν ῥοπή.
Ἔκλαιον πάντοτε αἱ δυστυχεῖς,
ἔκλαιον τοῦ Φαέθοντος αἱ ἀδελφαί,
κ’ ἐπὶ ἑκάστης τοῦ Ἠριδανοῦ πτυχῆς
ἀντανεκλῶντο αἱ ὠχραὶ αὐτῶν μορφαί.
Ἐν ἄκρα συγκινήσει τὰ σεπτὰ
δάκρυα τῶν νυμφῶν ἐδέχετο ἡ γῆ
καὶ ἐθησαύριζεν. Ὡς δ’ ἔγιναν ἑπτὰ
ἡμέραι, κ’ ἡ ὀγδόη ἔλαμψεν αὐγή,
εἰς αἰωνίαν παρεδόθησαν
στιλπνότητα τὰ κλαύματά των τὰ πολλὰ
κ’ εἰς ἤλεκτρον λαμπρὸν μετεμορφώθησαν.
Ὦ λίθε ἐκλεκτέ! ὦ δάκρυα καλά!
Θρῆνος γενναῖος, θρῆνος ζηλευτός,
μεστὸς ἀγάπης καὶ μεστὸς μαρμαρυγῆς—
τίμιαι ἀδελφαί, μὲ δάκρυα φωτὸς
ἐκλάψατε τὸν κάλλιστον νέον τῆς γῆς.
Δεν είναι... ζαβολιά να τού το αναδημοσιεύουμε, αφού ο ίδιος το απεκήρυξε;
ΑπάντησηΔιαγραφήΚαλά έκαμε, πάντως... ;-)
Πολύ ωραίο. Ναι, βρήκα και εγώ τη μετάφραση στη βιβλιοθήκη 'Ανέμη', έχει όμως τα 8 από τα 15 βιβλία των Μεταμορφώσεων. Τη γλώσσα την καταλαβαίνω με λίγη προσπάθεια.
ΑπάντησηΔιαγραφήΑν κάποιος γνωρίζει που υπάρχει μετάφραση από τα υπόλοιπα κεφάλαια , ας επικοινωνήσει στο manowarking2001@yahoo.gr. Έχω και εγώ αρκετά αρχαία βιβλία σκαναρισμένα, τα περισσότερα είναι σε jpeg αλλά πιστεύω η μετατροπή σε pdf είναι εύκολη για κάποιον που έχει καινούργιο υπολογιστή. Ας μοιραστούμε τη γνώση.