Σελίδες

Τρίτη, 8 Ιανουαρίου 2013

Αρχαία κωμικογραφήματα Χρ.Δάλκου


κείμενα: Χρίστος Δάλκος - εικονογράφηση: Νότης Κατσέλης

1ο Θυγάτηρ νύκτωρ ἀφιχθεῖσα

—Τί τηνικάδε ἀφῖξαι, ὦ Μαίρη; Οὐκ οἶσθα οὐ χρὴ τοὺς παῖδας ὀψὲ τῆς νυκτὸς ἐκτός τῆς οἰκίας διατρίβειν; —Οὔ μοι δοκεῖ χρῆναι ὀργίζεσθαί σε μῆτερ.  Εἰκὸς γάρ ἐστι τοὺς νέους ἐν τοῖς συμποσίοις φοιτᾶν. —Σίγα, ἐνδέχεται τὸν σὸν πατέρα ἐκ τῶν ὕπνων ἐγερθῆναι καὶ...—Ἆρ' οὐκ ἔστι τινί καθεύδειν ἐν τῷ οἴκῳ τούτῳ; —Φεῦ! ἠγέρθη! Σοὶ μὲν οὐδενός ἐτέρου μέλει ἤ ἐσθίειν, πίνειν καὶ καθεύδειν, τῆς δὲ σῆς θυγατρὸς ἐν συμποσίοις διατριβούσης οὐ κήδει!—Τί φής; Δεινόν ἐστιν τοιάδε ἀκούειν. Οἴμοι! ὡς χαλεπόν ἐστι παῖδας τρέφειν τε καὶ παιδεύειν! Θύγατερ! θύγατερ! ἐγώ, ἐξόν μοι φοιτᾶν ἐν τῷ καφενείῳ, ἀόκνως ἐργάζομαι. Οὐ δοκεῖ σοι προσήκειν τοῦτο σκοπεῖν;—Σιώπησον! Τί κραυγάζεις; Οὐκ ἔδει σε παῖδας ποιεῖσθαι. Νῦν δὲ ἀνάγκη ἐστί...—Ὦ τέκνον ἐμόν! ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;;—Ἄξιόν ἐστιν μακαρίζειν σε τὴν Θεοτόκον!...πᾶφ, ποῦφ!...—Οὐκ ἔστιν μοι ἐνταῦθα ἔτι μένειν. Ἄπειμι!...σμπᾶμ!....


—Συνήγαγον, ὦ ἄνδρες στρατηγοί, ὑμᾶς εἰς συνέδριον ἕνεκεν τοῦ βουλεύσασθαι μὴ ἀνάγειν τὰς ναῦς καὶ αὐτοῦ μένειν! Οὐκ οἶσθα, ὦ Θεμιστόκλεις, ὅτι ἐν τοῖς ἀγῶσι τοὺς προεξανισταμένους ῤαπίζουσι; Ναί, ἀλλὰ τοὺς ἀπολειφθέντας, ὦ Εὐρυβιάδη, οὐ στεφανοῦσιν...πάταξον μέν, ἄκουσον δέ! Ἐν σοὶ νῦν ἐστι σῶσαι τὴν Ἑλλάδα· μὴ ἀπάρῃς τὰς ναῦς ἀπὸ Σαλαμῖνος πειθόμενος τοῖς λόγοις τούτων, ἀλλ' ἐμοὶ πείθου καὶ ναυμαχίαν ποίει ἐνταῦθα. Τὸ γὰρ ἐν πελάγει ἀναπεπταμένῳ ναυμαχεῖν  οὐχ ἡμῖν συμφέρει ναῦς ἔχουσι βαρυτέρας καὶ ἀριθμόν πλείονας. Ἄν δὲ Σαλαμῖνα ἀπολέσῃς, ἕψεται τῷ τῶν βαρβάρων ναυτικῷ καὶ ὁ πεζὸς στρατὸς καὶ οὕτω αὐτὸς ἄξεις αὐτοὺς ἐπὶ τὴν Πελοπόννησον. Ἤν δὲ ἅ ἐγὼ λέγω ποιήσῃς, ῥᾳδίως τῶν πολεμίων κρατήσομεν, ἐν στενῷ συμβάλλοντες ναυσὶ ὀλίγαις πρὸς πολλάς. Καλὰ λέει, ὠρέ, ὁ καπετάνιος. Κι εγώ στὰ στενὰ τὸν εβάρεσα τὸν Δράμαλη. Τί, ὦ Ευρυβιάδη, σιγᾶν αὐτὸν οὐ κελεύεις, πρὸς δὲ ἐπιψηφίζειν ἐᾷς ἄνδρα πατρίδα οὐκ ἔχοντα, ὄς οὐκ ὀρθῶς διδάσκειν τοὺς ἔχοντας ἐγκαταλιπεῖν τὰς ἑαυτῶν πατρίδας; Ἡμεῖς, ὦ Ἀδείμαντε, τὰς μὲν οἰκίας καὶ τὰ τείχη καταλελοίπαμεν οὐκ ἀξιοῦντες ἀψύχων ἕνεκα δουλεύειν, πόλιν δ' ἔχομεν μέγα δυναμένην, τὰς διακοσίας τριήρεις, αἵ ἡμᾶς μέλλουσι σώσειν. Ἐὰν δ' ἀπέλθητε δεύτερον ἡμᾶς προδόντες, ἡμεῖς μὲν ἀναλαβόντες γυναῖκάς τε καὶ τέκνα, εἰς ἄλλην πατρίδα κομιούμεθα οὐ χείρονα ταύτης ἧς ἀποστερησόμεθα· ὑμεῖς δὲ συμμάχων τοιῶνδε στερηθέντες, μεμνήσεσθε τῶν ἐμῶν λόγων. ...ἐὰν ἡμᾶς ἀπολιπόντες οἴχωνται, δέδοικα μὴ δεινὰ πάθωμεν καὶ τὰ ἔσχατα κινδυνεύσωμεν....Τί οὖν δοκεῖ σοι, ὦ Εὐρυβιάδη; Οἶμαι τὸν Θεμιστοκλέα ὀρθὰ λέγειν καὶ ψηφίζομαι...μένειν ἐν Σαλαμῖνι καὶ ἀμύνεσθαι τοὺς ἐξ Ανατολῶν βαρβάρους.

3ο Στάσις τῆς ποινάλτης

Φίλοι ἀκροαταί...τὸ καραϊσκάκειον στάδιον κατάμεστόν ἐστι...τὸ πλῆθος συρρέει μέγα...ἐν ταῖς κερκίσιν ἄσματα ἄδονται τὰ καλούμενα σκόλια...πιστεύω εἰς ἕνα θεόν ἀετὸν δικέφαλον! Θύρα κα' αυθεντικοί ἐσμεν. Ἀνυπόδητοι καὶ ἀχίτωνες διατελούμεν διὰ τὴν Ἀεκίδα! Ἀεκίς, Ἀεκίς, σὺ ὑπάρχεις παλλακίς! Μαινόμεθα, μαινόμεθα, κρονόληροι ἐγενόμεθα διὰ τὸν Ὀλυμπιακόν. Ἔμβαινε Ἀναστοπούλιε! Ἀναστοπούλιος, ὅν οἱ φίλοι κονδόν καλοῦσι τῶν ἐπιχωρίων ἐστί...Ἅμα τῷ ἐναρκτηρίῳ λακτίσματι τρέχει δρομαῖος ὑπὸ Καραγιοζοπουλίου διωκόμενος. Νίκα! Φίλοι ἀκροαταί! Ἀναστοπούλιος πρότερος Καραγκιοζοπουλίου ἐμβάλλει εἰς τὴν τῶν Ἀεκιδῶν ἐστίαν καὶ...ὑπὸ Καραγκιοζοπουλίου λακτισθεὶς ὕπτιος πίπτει...τὴν ἐσχάτην τῶν ποινῶν...τὴν ποινάλτην! Φεῦ! Ἄλλαι μὲν βουλαί φιλάθλων, ἄλλα διαιτητὴς κελεύει...τὸ τοιούτον λάκτισμα ἀξιόποινον ἔγωγε οὐ νομίζω...Φίλοι ἀκροαταί...το στάδιον ἡφαίστειον καθίσταται..πάλιν τὸν καύκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας...φωτοβολίδες ῥίπτονται...Σκύθαι εἰσορμῶσι ῥόπαλα καὶ ἀσπίδας ἐν χερσὶ φέροντες...τί το γιγνόμενον καλέσω; Στάσιν τοῦ Νίκα; Μαραθῶνι μάχην; Ναυμαχίαν τὴν ἐν Σαλαμῖνι; Φίλοι φίλαθλοι! πείθεσθε τῷ τοῦ ἀγῶνος ἄρχοντι! Μέμνησθε δὲ ὅτι ὀμάδος καὶ παικτῶν καὶ τῶν ἄλλων ἀπάντων τιμιώτερόν ἐστι ὁ ἀγῶν καὶ ὁ διαίτητ....μπᾶμ!...Ἥρως Αναστοπούλιε, τὸ σὸν  ὄνομα ἤρθη μέγα...

4ο Καμάκιον καὶ γάμος

Νανίον! Εἰπέ μοι: ὁ σὸς ἆρα πατήρ σακχαροπλάστης ετύγχανεν ὤν; ὡς καλὴ εἶ! Χαίρω ὀρῶν σε βαδίζουσαν! Οὔκουν παύσει λέγων; Ἕως πότε ἀνέξομαι λοιδορούμενη ὑπὸ σοῦ; Ἀδικεῖς με τοιάδε λέγουσα. Ἐρῶν γὰρ τυγχάνω. Ἐρρ' ἐς κόρακας. Ἴσθι ἀνόητος οὖσα! Ἐγὼ μὲν γῆμαι σ' ἐβουλόμην, ἀλλ' ἔστω. Οἴχομαι ἀπιών. Μεῖνον! οὐκ αισχήνῃ τρέχων; Μεῖνον! Μέμνημαι ἀκούσασά σου περί γάμων! Οἴμοι! οὐδεμίαν ἑώρακα ἐγὼ γυναῖκα πώποτ' ἔμφρονα καθεστηκυῖαν.

5ο Παπαστράτεια καὶ μαλβόρια

Χώρει εἴσω! Οὐδὲν ἀνύσεις βραδυπορῶν! Τίς ὁ θορυβῶν καὶ οὐκ ἐῶν ἡμᾶς ἐργάζεσθαι; Κυρία Λυκειάρχι, οὗτος ὁ Καρακουτσάκιος ὁ μιαρὸς ἐφωράθη καπνίζων. Τί φής; Καίπερ περὶ πολλὰ καὶ σπουδαῖα διατρίβουσα, ὅμως ἀκούσομαί σου. Διηγοῦ. Ἀμφὶ πλήθουσαν ἀγορὰν ἐν τῷ προαυλίῳ περιπατῶν, καὶ πανταχῆ στρέφων τὰ ὄμματα μὴ τι ὕποπτον ἴδω, ὁρῶ αἴφνης ἀπὸ τοῦ ἀποπάτου καπνὸν ἀναθρώσκοντα. Ἔδοξεν οὖν μοι ἐγγυτέρῳ χωρῆσαι ὡς ἐπισκεψομένῳ τίς ποτ' ἐστίν ὁ καπνὸς οὗτος. Ἐγγυτέρῳ δὲ χωρήσας καὶ βλέψας, ὁρῶ τόνδε τὸν Καρακουτσάκιον τὸν μιαρὸν ἀρειμανίως καπνίζοντα. Καὶ οὗτος ἐξαπίνης ληφθεὶς καὶ ἀφροντιστῶν, ὡς λάθρᾳ δῆθεν τὴν ἀνομίαν ἐξειργασμένος ὑπ' ἐμοῦ. Ἄπαρνος δ' οὐδενὸς καθίστατο, ἔμοιγε ἡδέως πάνυ. Μηδὲν ἄγαν, ὦ τᾶν, μεῖζον γὰρ τοὺς παῖδας μὴ κολάζοντες ὠφελοῖμεν ἄν. Τύπον δὲ μᾶλλον παράσχου τούτοις σεαυτόν, ὡς κἀμὲ δρῶσαν (καπνίζουσαν) ὁρᾷς. Κἀγὼ αὐτοῦ δι' ἀναίδειαν οὐδὲν ἐκπεπληγμένου, προσψαύσας τοῖς θυλακίοις, εὕρηκα τὰ σιγαρέττα ταῦτα. Μαλβόρια! Σύ, μαθητὴς ὤν, οὐκ αἰσχύνει  χρώμενος τοῖς μαλβορίοις, ἐμοῦ καὶ Λυκειάρχιδος οὔσης τοῖς εὐτελέσι τούτοις παπαστρατείοις χρῆσθαι ἀναγκαζομένης; Τριήμερον ἀποβολήν!

6ο Ἐρυθρόδερμος ὕπνος

Ὀρθὲ χοῖρε, τὰ ὠχρὰ πρόσωπα τὴν γῆν τῶν πατέρων δενδροτομεῖ, ἄλση δ' ἱερὰ βεβηλοῖ. Ταῦρος ἐρυθρός, σοφός μάγος φυλῆς, ἔφα.....ζζζ...Ὄρθιε χοῖρε, ὠχρὰ πρόσωπα τὸν Ἀμαζόνιον ῥυπαίνει ποταμὸν λύμασι, τοὺς δ' ἐν τοῖς ὔδασιν ἰχθῦς διαφθείρει. Ταῦρος ἐρυθρός, ἔφα...δς, δς, δς....Ὄρθιε χοῖρε τὰ ὠχρὰ πρόσωπα κτείνει τὰ ἐρυθρά. Ταῦρος ἐρυθρὸς αὖθις ἐλάλησεν....μὴ μου τοὺς ὔπνους τάραττε...ζζζ...Ὀρθὲ χοῖρε, ἀνάστα τί καθεύδεις; ὁ θεὸς τῶν πατέρων ἡμῶν, Μανιτοῦ, ἐλάλησε διὰ στόματος ἐμοῦ, ταύρου ἐρυθροῦ, πᾶσιν τοῖς ἐρυθροδέρμοις καὶ εἶπεν: Πρόσωπα ὁρῶ ὠχρά, ὠχρῷ τῷ προσώπῳ πλανώμενα ἐν μέσῃ γῇ ἐρήμῳ, ἀβάτῳ, καὶ ἀνύδρῳ, ὁρῶ ἐρυθρὰ πρόσωπα ὀξεῖ τῷ πελέκει παίοντα τοὺς ἀπίστους. Τάδε λέγει Μανιτοῦ, ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ τῶν ἀνθρώπων ἀπάντων....τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής....καθεύδεις ὄρθιε χοῖρε; Οὐκ ἀληθῆ δοκεῖ σοι εἶναι τὰ ἐρυθροῦ ταύρου ῥήματα; ου, ου! Τί ταῦτ' ἐστίν, ἅ ἐλαφρὰ τῇ καρδίᾳ λέγεις, ὀρθὲ χοῖρε; τῷ ὀξεῖ πελέκει σε κατατεμῶ. Ἴλεως γενοῦ μοι, ταῦρε ἐρυθρέ. Ἐγώ, ὁ τάλας, μὰ τὸν μέγαν Μανιτοῦ, οὐκ ἔφην οὐ αλλ' οὖ, οὖ!

7ο Ὦ ἄνδρες, ὕβρεως καὶ βλακείας μεστοί!

Ὦ, πάτερ, εἰπέ μοι: πότερον θᾶττόν ἐστι τῶν ὀχημάτων; ἡμῶν το Φιάτιον, ἤ ἡ Ὠκυθόου Βεεμβία;...ὀδόντες λευκοὶ ὑπὲρ χιόνα...ἡμῶν το Φιάτιον ὡς εἰκός. Ἡ γὰρ πρὸ ἡμῶν Βεεμβία, ἐτῶν τεσσαράκοντα ἐστί, τὸ δ' ἡμέτερον τριῶν Τί οὖν ἡμᾶς κωλύει θᾶττον οἴχεσθαι ταυτησὶ τῆς χελώνης; Σίγα, ὦ παῖ, τὸν τῶν ἁμαξῶν κυβερνήτην σώφρονα εἶναι δεῖ. Ὁ δὲ σώφρων ἄξιος ἐπαίνου μᾶλλον ἤ ψόγου ἐστί. Ὁρᾷς, ὦ Λαμπετώ, τὴν τοῦ παγκάκου Ὠκυθόου ὕβριν; Ἔγωγε πάτερ, ηνεῳγμένη τῇ χειρί σκώπτει ἡμᾶς, ὁ δ' ἐκείνου υἱὸς γλώττης ἐκτάσει τοῦ ἡμετέρου ὀχήματος λοιδωρεῖ τὴν βραδύτητα, τα ἐξ ἁμάξης ἐφ' ἡμᾶς ἐπιδεικνύμενος. Ὦ, παμμίαρε καὶ παγκάκιστε, ἐχιδνῶν γέννημα! Ταχέως ὄψει ὡς τὸ σὸν ἁμαξίδιον οὐδέν ἐστιν ἄλλο ἤ χαλκοῦ κακκάβη! Ὅρα, φυλάττου, δένδρ....καὶ ταῦτα ἵνα μάθητε ὡς κρείττονες ἡμῶν ἐσμεν. Ὦ ἄνδρες, ὕβρεως και βλακείας μεστοί! Ἄξια ὦν ἐποιήσατε, ἐπάθομεν.

8ο Δάλτωνες και Λούκιος

Ἦν ποτε ἐν Ἠνωμέναις Πολιτείαις βουκόλος τις τοῖς νόμοις εὐπειθὴς καὶ τοῖς ἀνόμοις πολέμιος. Λύκιος Λούκιος τοὔνομα. Οὗτος ὁ ἀνὴρ λεπτὸς ἦν τὴν φυήν, καλὸς τὴν εἰδήν, ἀγαθὸς δ' ἰππεύειν τε καὶ πυροβολεῖν. Τῷ καιρῷ ἐκείνῳ, λῃσταὶ τέσσαρες, Δάλτωνες τὴν ἐπίκλησιν, τὰς πόλεις ἐλυμαίνοντο, τὰς τραπέζας ἐλῄζοντο καὶ τὴν ταῖς ὑπερεχούσαις ἐξουσίαις πίστιν ἐσάλευον. Τούτων, ἀνὴρ τις Ἰώης, μικρὸς τὸ δέμας, δεινὸς τὴν μορφήν, τάχιστος δὲ χερσίν τε καὶ ποσίν ἡγεῖτο. Ὁ οὖν Λύκιος Λούκιος, τὰς τῶν Δαλτώνων ληστείας ἀκούσας καὶ τὴν τούτων ἀπείθειαν βδελυττόμενος, ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας τέσσαρας, καὶ ἀφικνεῖται εἰς πόλιν καλουμένην Χρυσούπολιν (Γόλδιον Ἄστυ) ὦ ξεῖν' εἰ φίλος ἡμῖν εἶ, καὶ ἡμεῖς φίλοι σοι. Εἰ δ' ἐχθρὸς ἡμῖν εἶ. ἴσθ' ὅτι ταχεῖς ἐσμεν τὰς χεῖρας, τὸ δ' ἡμέτερον σῆμα χίλια πλέθρα τὸ εὖρος, δισχίλια δὲ τὸ μῆκος ἐστιν. Ἐνταῦθα δὴ καταλαμβάνει τούτους έν τῇ τῆς Χρυσουπόλεως χορευτικῷ σαλωνίῳ, πίνοντας ποτὸν δριμὺ τὴν γεύσιν, ἀηδὲς τὴν ὀσμὴν, ὅ ϝίσκιον παρὰ τοῖς Κέλταις καλεῖται. Ὁ οὖν Λύκιος Λούκιος τῇ ὄψει ἠλλοιωμένος παρὰ τὴν τράπεζαν ἔρχεται καὶ κονίαν καπνικήν λάθρᾳ ἐν ταῖς κύλιξι τῶν Δαλτώνων ῥίπτει. Οἱ δὲ Δάλτωνες βεβαρυμμένοι γυῖα πίπτουσιν ἐπὶ τοῦ δαπέδου ῥέγχοντες. Ἔνθα δὴ Λύκιος Λούκιος τοὺς Δάλτωνας τὰς χεῖρας δεδεμένους ἄγει εἰς τὸ δεσμωτήριον. Ἐνθα κύων, δεινός ἰδεῖν, Κερβέρῳ ὁμοῖος, Ῥαντάπλανος ὀνόματι, τούτους φυλάττει. ...μοῦνος ἀνάδελφος καὶ πτωχὸς βουκόλος εἰμί...
 11ο Κέρβερος και μαμμάκυθος

Φιλοκαλοῦμεν γὰρ μετ' εὐτελείας...οὐκ οἶδα πῶς τοῦτο μεταγλωττίζεται. Οὗτος! Ἐροῦ τὸν Γκιώκαν ὡς τὸ φιλοκαλοῦμεν μεταγλωττίζεται! Γκιώκα! Γκιώκα! Καρβούνιος ἐρωτᾷ εἰ ἔχεις εἰπεῖν...ἔα με! Σστ! Μὴ θορυβεῖτε! ὅς ἄν θορυβῇ, ἐκβληθήσεται τῆς αἰθούσης! Τί λέγει; Λέγει ὅτι οὐ δύναται παρασχεῖν σοι ὅπερ ζητεῖς. Εἰπὲ αυτῷ δέμας ἐπὶ θάτερα κάμψαι, ἵνα αὐτὸς ἴδω. Γκιώκα! Οὗτος! Κλῖνον τὸν κορμὸν καὶ μετάθες τὸν πάπυρον, ὥστε ἰδεῖν ἡμᾶς τὰ ἐν αὐτῷ. Τί τούθ' ὅ ποιεῖ; Δοκεῖ μοι δεδιέναι μὴ ὑπὸ τοῦ διδασκάλου φωραθῇ συμπράττων ἡμῖν καὶ ἐκβληθῇ τῆς αἰθούσης. Μαμμάκυθε! μαμμάκυθε! Διδάσκαλε! διδάσκαλε! Καρβούνιός φησιν ὡς μαμμάκυθός εἰμι, ἐπειδὴ οὐ βούλομαι συνδραμεῖν αὐτῷ ἀντιγράφοντι. Σὺ μέντοι διδάσκαλε ἀγαθέ, ἄριστα πάντων οἶσθα, εἴ τις τῶν μαθητῶν δύναται λαθεῖν σε τον κέρβερον. Ὥστε Γκιώκας οὐκ ἐμέ, ἀλλά σε διαβάλλει φάσκων ὡς μαμμάκυθος εἶ. Γκιώκα!Ἔξελθε τῆς αἰθούσης πρὶν μὲ ὀργῆς μεστῶσαι λέγων! Μαμμάκυθε! Εὖγε Καρβούνιε! Χαίρω ὅτι φιλαλήθης εἶ σύ, ὅστις κέρβερόν μ' ὠνόμασας. Ἵνα δ' εἰδῇς τὴν ἀλήθειαν ὅσον τιμῶ, φράσω σοι το φιλοκαλοῦμεν ὡς μεταγλωττίζεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου